Ὕπνε, ἄναξ μακάρων πάντων, θνητῶν τ’ ἀνθρώπων, καὶ πάντων ζώων, ὁπόσα τρέφει εὐρεῖα χθών· πάντων γὰρ κρατέεις μοῦνος, καὶ πᾶσι προσέρχῃ, σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδῃσιν. λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν, καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων· καὶ θανάτου μελέτην ἐπάγεις, ψυχὰς διασώζων· αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε. ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν, σώζοντ’ εὐμενέως μύστας θείοισιν ἐπ’ ἔργοις.